previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς δ᾽ ὅλης Ἀραβίας τὴν μὲν ἐπὶ μεσημβρίαν [p. 256] νεύουσαν εὐδαίμονα προσαγορεύουσι, τὴν δ᾽ ἐνδοτέρω κειμένην νέμεται πλῆθος Ἀράβων νομάδων καὶ σκηνίτην βίον ᾑρημένων. οὗτοι δὲ θρεμματοτροφοῦντες ἀγέλας μεγάλας βοσκημάτων ἐναυλίζονται πεδίοις ἀμετρήτοις. [2] δ᾽ ἀνὰ μέσον ταύτης τε καὶ τῆς εὐδαίμονος Ἀραβίας ἔρημος καὶ ἄνυδρός ἐστι, καθάπερ προείρηται: τὰ δὲ πρὸς δυσμὰς μέρη κεκλιμένα τῆς Ἀραβίας διείληπται πεδίοις ἁμμώδεσιν ἀερίοις τὸ μέγεθος, δι᾽ ὧν οἱ τὰς ὁδοιπορίας ποιούμενοι καθάπερ οἱ ἐν τοῖς πελάγεσι πρὸς τὰς ἀπὸ τῶν ἄρκτων σημασίας τὴν διέξοδον ποιοῦνται. [3] τὸ δ᾽ ὑπολειπόμενον μέρος τῆς Ἀραβίας τὸ πρὸς τὴν Συρίαν κεκλιμένον πλήθει γεωργῶν καὶ παντοδαπῶν ἐμπόρων, οἳ διὰ τὰς τῶν φορτίων εὐκαίρους ἀντιδόσεις τὰ παρ᾽ ἀμφοτέροις σπανίζοντα πρὸς δαψίλειαν τῶν χρησίμων διορθοῦνται. [4] δὲ παρὰ τὸν ὠκεανὸν Ἀραβία κεῖται μὲν ὑπεράνω τῆς εὐδαίμονος, ποταμοῖς δὲ πολλοῖς καὶ μεγάλοις διειλημμένη πολλοὺς ποιεῖ τόπους λιμνάζοντας καὶ μεγάλων ἑλῶν περιμέτρους. [5] τοῖς δ᾽ ἐκ τῶν ποταμῶν ἐπακτοῖς ὕδασι καὶ τοῖς ἐκ τῶν θερινῶν ὄμβρων γινομένοις ἀρδεύοντες πολλὴν χώραν, καὶ διπλοῦς καρποὺς λαμβάνουσι. τρέφει δὲ τόπος οὗτος ἐλεφάντων ἀγέλας καὶ ἄλλα ζῷα κητώδη χερσαῖα θηρία καὶ δίμορφα, ταῖς ἰδέαις ἐξηλλαγμένα: πρὸς δὲ τούτοις θρεμμάτων παντοδαπῶν πλήθει, καὶ μάλιστα βοῶν καὶ προβάτων τῶν τὰς μεγάλας καὶ παχείας ἐχόντων οὐράς. [6] πλεῖστα δὲ [p. 257] καὶ διαφορώτατα γένη καμήλων τρέφει, τῶν τε ψιλῶν καὶ δασέων καὶ διπλοῦν ἀνατετακότων τὸ κατὰ τὴν ῥάχιν κύρτωμα καὶ διὰ τοῦτο διτύλων ὀνομαζομένων, ὧν αἱ μὲν γάλα παρεχόμεναι καὶ κρεοφαγούμεναι πολλὴν παρέχονται τοῖς ἐγχωρίοις δαψίλειαν, αἱ δὲ πρὸς νωτοφορίαν ἠσκημέναι πυρῶν μὲν ἀνὰ δέκα μεδίμνους νωτοφοροῦσιν, ἀνθρώπους δὲ κατακειμένους ἐπὶ κλίνης πέντε βαστάζουσιν: αἱ δὲ ἀνάκωλοι καὶ λαγαραὶ ταῖς συστάσεσι δρομάδες εἰσί, καὶ διατείνουσι πλεῖστον ὁδοῦ μῆκος, καὶ μάλιστα πρὸς τὰς διὰ τῆς ἀνύδρου καὶ ἐρήμου συντελουμένας ὁδοιπορίας. [7] αἱ δ᾽ αὐταὶ καὶ κατὰ τοὺς πολέμους εἰς τὰς μάχας ἔχουσαι τοξότας ἄγονται δύο ἀντικαθημένους ἀλλήλοις ἀντινώτους: τούτων δὲ μὲν τοὺς κατὰ πρόσωπον ἀπαντῶντας, δὲ τοὺς ἐπιδιώκοντας ἀμύνεται. περὶ μὲν οὖν τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ φυομένων εἰ καὶ πεπλεονάκαμεν, ἀλλ᾽ οὖν πολλὰ τοῖς φιλαναγνωστοῦσι πρὸς φιληκοΐαν ἀπηγγέλκαμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (15 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: