previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


συγγενέσιν ὀνείδη καταλίπῃ μείζω. πάντων δ᾽ ἐστὶ παραδοξότατον τὸ γινόμενον περὶ τὴν τελευτὴν τῶν βασιλέων. κατὰ γὰρ τὴν Μερόην οἱ περὶ τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμὰς διατρίβοντες ἱερεῖς, μεγίστην καὶ κυριωτάτην τάξιν ἔχοντες, ἐπειδὰν ἐπὶ νοῦν αὐτοῖς ἔλθῃ, πέμπουσιν ἄγγελον πρὸς τὸν βασιλέα, κελεύοντες ἀποθνήσκειν. [2] τοὺς γὰρ θεοὺς αὐτοῖς ταῦτα κεχρηματικέναι, καὶ δεῖν τὸ πρόσταγμα τῶν ἀθανάτων ὑπὸ θνητῆς φύσεως μηδαμῶς παροραθῆναι. καὶ ἑτέρους δ᾽ ἐπιφθέγγονται λόγους, οἵους ἂν ἁπλῇ διανοίᾳ προσδέξαιτο φύσις ἀρχαίᾳ μὲν καὶ δυσεξαλείπτῳ συνηθείᾳ συντεθραμμένη, λόγον δ᾽ οὐκ ἔχουσα τὸν ἐναντιωσόμενον τοῖς οὐκ ἀναγκαίως προσταττομένοις. [3] κατὰ μὲν οὖν τοὺς ἐπάνω χρόνους ὑπήκουον οἱ βασιλεῖς τοῖς ἱερεῦσιν, οὐχ ὅπλοις οὐδὲ βίᾳ κρατηθέντες, ἀλλ᾽ ὑπ᾽ αὐτῆς τῆς δεισιδαιμονίας τοὺς λογισμοὺς κατισχυόμενοι: κατὰ δὲ τὸν δεύτερον Πτολεμαῖον βασιλεὺς τῶν Αἰθιόπων Ἐργαμένης, μετεσχηκὼς Ἑλληνικῆς ἀγωγῆς καὶ φιλοσοφήσας, πρῶτος ἐθάρρησε καταφρονῆσαι τοῦ προστάγματος. [4] λαβὼν γὰρ φρόνημα τῆς βασιλείας ἄξιον παρῆλθε μετὰ τῶν στρατιωτῶν εἰς τὸ ἄβατον, οὗ συνέβαινεν εἶναι τὸν χρυσοῦν ναὸν τῶν Αἰθιόπων, καὶ τοὺς μὲν ἱερεῖς ἀπέσφαξε, τὸ δὲ ἔθος τοῦτο καταλύσας διωρθώσατο πρὸς τὴν ἑαυτοῦ προαίρεσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: