previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦτο τὴν Πομπηΐου στρατιὰν ἐπῆρε καί τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καί φεύγοντος ἔχεσθαι Καίσαρος. αὐτὸς μὲν γὰρ εὐλαβῶς εἶχε Πομπήϊος ἀναρρῖψαι μάχην περὶ τηλικούτων, καί παρεσκευασμένος ἄριστα πᾶσι πρὸς τὸν χρόνον ἠξίου τρίβειν καί μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν βραχεῖαν οὖσαν. τὸ γάρ τοι μαχιμώτατον τῆς Καίσαρος δυνάμεως ἐμπειρίαν μὲν εἶχε καί τόλμαν ἀνυπόστατον πρὸς τοὺς ἀγῶνας, [2] ἐν δὲ ταῖς πλάναις καί ταῖς στρατοπεδείαις καί τειχομαχοῦντες καί νυκτεγερτοῦντες ἐξέκαμνον ὑπὸ γήρως, καί βαρεῖς ἦσαν τοῖς σώμασι πρὸς τοὺς πόνους, δι᾽ ἀσθένειαν ἐγκαταλείποντες τὴν προθυμίαν. τότε δὲ καί τι νόσημα λοιμῶδες ἐλέχθη, τὴν ἀτοπίαν τῆς διαίτης ποιησάμενον ἀρχήν, ἐν τῇ στρατιᾷ περιφέρεσθαι τῇ Καίσαρος, καί τὸ μέγιστον, οὔτε χρήμασιν ἐρρωμένος οὔτε τροφῆς εὐπορῶν χρόνου βραχέος ἐδόκει περὶ αὑτῷ καταλυθήσεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: