This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
καὶ γὰρ τοῖς μὲν ἀφανῆ καὶ ταπεινὴν τὴν φύσιν ἔχουσιν οὐδ᾽ ὅταν μὴ καλῶς τι πράξωσιν ἐπιπλήττομεν, τοῖς δ᾽ ὥσπερ σὺ περιβλέπτοις γεγενημένοις καὶ τὸ παραμελῆσαί τινος τῶν καλλίστων αἰσχύνην φέρει. ἔτι δ᾽ οἱ μὲν ἐπὶ τῶν ἄλλων λόγων ψευσθέντες καθ᾽ ἑνὸς μόνου πράγματος οὐ τὰ κράτιστ᾽ ἔγνωσαν: οἱ δὲ τῆς τῶν ἐπιτηδευμάτων συμβουλίας διαμαρτόντες ἢ καταφρονήσαντες παρ᾽ ὅλον τὸν βίον τῆς ἑαυτῶν ἀγνωσίας ὑπομνήματ᾽ ἔχουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.