previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας. —

ἵνα, [2] ἐὰν πρόθηται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον. — [3]

τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν τῶν πόλεων τὸ μὲν διὰ πλειόνων ἐξαριθμεῖσθαι μάταιον εἶναί μοι δοκεῖ διὰ τὸ πάντας, ὧν καὶ μικρὸν ὄφελος, ἱστορηκέναι διὰ τὴν ἰδιότητα τῶν τόπων: [4] κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον εἶναι νομίζω πρὸς τὸ παρόν. [5] γνοίη δ᾽ ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τῆς παραθέσεως καὶ συγκρίσεως τῶν λέγεσθαι μελλόντων. [6] καθάπερ γὰρ οὐδ᾽ ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγορευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθ᾽ ἡμᾶς θάλατταν εἰσπλεῦσαι μὴ οὐχὶ διὰ τοῦ καθ᾽ Ἡρακλέους στήλας περαιωθέντα στόματος, [7] οὕτως οὐδ᾽ ἐκ τῆς καθ᾽ ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστήματος ποιησάμενον τὸν εἴσπλουν. [8] ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμβαίνει τὸν καθ᾽ Ἡρακλέους στήλας πόρον τοῦ κατὰ τὸν Ἑλλήσποντον: [9] μὲν γάρ ἐστιν ἑξήκοντα σταδίων, δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω θάλατταν τῆς καθ᾽ ἡμᾶς. [10] εὐκαιρότερον μέντοι γε τοῦ καθ᾽ Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ τὴν Ἄβυδον. [11] τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπ᾽ ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπ᾽ ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς: [12] τὸ δὲ καθ᾽ Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώπης καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης. [13] αὐτὴ δ᾽ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου τοὺς ἐνορμοῦντας. [14] ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (5 total)
  • Commentary references to this page (3):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 31.15
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 31.16
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 32.33
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: