previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τοὺς τῆς μάχης καιροὺς Γνάιος Σερουίλιος προκαθήμενος ὕπατος ἐπὶ τῶν κατ᾽ Ἀρίμινον τόπων[2] οὗτοι δ᾽ εἰσὶν ἐπὶ τῆς παρὰ τὸν Ἀδρίαν πλευρᾶς, οὗ συνάπτει τὰ Γαλατικὰ πεδία πρὸς τὴν ἄλλην Ἰταλίαν, οὐ μακρὰν τῆς εἰς θάλατταν ἐκβολῆς τῶν τοῦ Πάδου στομάτων[3] ἀκούσας εἰσβεβληκότα τὸν Ἀννίβαν εἰς Τυρρηνίαν ἀντιστρατοπεδεύειν τῷ Φλαμινίῳ, πᾶσι μὲν ἐπεβάλετο τοῖς στρατοπέδοις αὐτὸς συνάπτειν, ἀδυνατῶν δὲ διὰ τὸ τῆς στρατιᾶς βάρος Γάιον Κεντήνιον κατὰ σπουδὴν δοὺς τετρακισχιλίους ἱππεῖς προεξαπέστειλε, βουλόμενος, εἰ δέοινθ᾽ οἱ καιροί, πρὸ τῆς αὑτοῦ παρουσίας τούτους καταταχεῖν. [4] Ἀννίβας δέ, μετὰ τὴν μάχην προσαγγελθείσης αὐτῷ τῆς τῶν ὑπεναντίων βοηθείας, ἐξαποστέλλει Μαάρβαν ἔχοντα τοὺς λογχοφόρους καί τι μέρος τῶν ἱππέων. [5] οἳ καὶ συμπεσόντες τοῖς περὶ τὸν Γάιον ἐν αὐτῇ μὲν τῇ πρώτῃ συμπλοκῇ σχεδὸν τοὺς ἡμίσεις αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον συνδιώξαντες τῇ κατὰ πόδας ἡμέρᾳ πάντας ἔλαβον ὑποχειρίους. [6] ἐν δὲ τῇ Ῥώμῃ, τριταίας οὔσης τῆς κατὰ τὴν μάχην προσαγγελίας, καὶ μάλιστα τότε τοῦ πάθους κατὰ τὴν πόλιν ὡσανεὶ φλεγμαίνοντος, ἐπιγενομένης καὶ ταύτης τῆς περιπετείας οὐ μόνον τὸ πλῆθος, ἀλλὰ καὶ τὴν σύγκλητον αὐτὴν συνέβη διατραπῆναι. [7] διὸ καὶ παρέντες τὴν κατ᾽ ἐνιαυτὸν ἀγωγὴν τῶν πραγμάτων καὶ τὴν αἵρεσιν τῶν ἀρχόντων μειζόνως ἐπεβάλοντο βουλεύεσθαι περὶ τῶν ἐνεστώτων, νομίζοντες αὐτοκράτορος δεῖσθαι στρατηγοῦ τὰ πράγματα καὶ τοὺς περιεστῶτας καιρούς. [8]

Ἀννίβας δὲ κατατεθαρρηκὼς τοῖς ὅλοις ἤδη τὸ μὲν συνεγγίζειν τῇ Ῥώμῃ κατὰ τὸ παρὸν ἀπεδοκίμασεν, τὴν δὲ χώραν ἐπιπορευόμενος ἀδεῶς ἐπόρθει, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸν Ἀδρίαν. [9] διανύσας τε τήν τε τῶν Ὄμβρων καλουμένην χώραν καὶ τὴν τῶν Πικέντων ἧκεν δεκαταῖος πρὸς τοὺς κατὰ τὸν Ἀδρίαν τόπους, [10] πολλῆς μὲν λείας γεγονὼς ἐγκρατής, ὥστε μήτ᾽ ἄγειν μήτε φέρειν δύνασθαι τὸ στρατόπεδον τὰς ὠφελείας, πολὺ δὲ πλῆθος ἀνθρώπων ἀπεκταγκὼς κατὰ τὴν δίοδον: [11] καθάπερ γὰρ ἐν ταῖς τῶν πόλεων καταλήψεσι, καὶ τότε παράγγελμά τι δεδομένον ἦν φονεύειν τοὺς ὑποπίπτοντας τῶν ἐν ταῖς ἡλικίαις. ταῦτα δ᾽ ἐποίει διὰ τὸ προ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: