This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία.
ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δ᾽ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ὑπὸ ὀργῆς γίνονται δυσκίνητοι. ἀνδρεία δ᾽ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. σωφροσύνη δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκράτεια δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. δικαιοσύνη δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατ᾽ ἀξίαν. ἐλευθεριότης δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. μεγαλοψυχία δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς, καθ᾽ ἣν δύναται φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
ἀφροσύνη δ᾽ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν κακῶς. ὀργιλότης δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾽ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα τῶν περὶ θάνατον. ἀκολασία δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. περὶ μὲν τῆς ἀκρατείας οὐδέν: οὕτω δὲ σὺ δύνασαι ὁρίζειν. ἀκράτεια δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. ἀδικία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν τῶν χρησίμων πάντων. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει: ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια. πραότητος δ᾽ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. ἀνδρείας δ᾽ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.