Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι Τιμόθεός ποτ᾽ ἐκεῖνος ἐν ὑμῖν ἐδημηγόρησεν ὡς δεῖ βοηθεῖν καὶ τοὺς Εὐβοέας σῴζειν, ὅτε Θηβαῖοι κατεδουλοῦντ᾽ αὐτούς, καὶ λέγων εἶπεν οὕτω πως: ‘εἰπέ μοι, βουλεύεσθε,’ ἔφη, ‘Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρήσεσθε καὶ τί δεῖ ποιεῖν; οὐκ ἐμπλήσετε τὴν θάλατταν, ὦ ἄνδρες Ἀθηναῖοι, τριήρων; οὐκ ἀναστάντες ἤδη πορεύσεσθ᾽ εἰς τὸν Πειραιᾶ;
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.