Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε:
δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,
515μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα:
τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
ἀλλ᾽ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
520πάντ᾽ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,
μή ποτ᾽ ἀποκλέψειν, ὅσ᾽ Ἑκηβόλος ἐκτεάτισται,
μηδέ ποτ᾽ ἐμπελάσειν πυκινῷ δόμῳ: αὐτὰρ Ἀπόλλων
Λητοΐδης κατένευσεν ἐπ᾽ ἀρθμῷ καὶ φιλότητι,
525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,
μήτε θεὸν μήτ᾽ ἄνδρα Διὸς γόνον: ἐκ δὲ τέλειον
[αἰετὸν ἧκε πατήρ: ὁ δ᾽ ἐπώμοσεν: ἦ σε μάλ᾽ οἶον]
σύμβολον ἀθανάτων ποιήσομαι ἠδ᾽ ἅμα πάντων,
πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον: αὐτὰρ ἔπειτα
ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
530χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει
πάντας ἐπικραίνουσ᾽ ἄθλους ἐπέων τε καὶ ἔργων
τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,
οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν᾽ ἄλλον
535ἀθανάτων: τὸ γὰρ οἶδε Διὸς νόος: αὐτὰρ ἐγώ γε
πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
ἄλλον γ᾽ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε
540θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.
ἀνθρώπων δ᾽ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ᾽ ἀνθρώπων.
καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ
φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν:
545οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδ᾽ ἀπατήσω.
ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
φήμ᾽, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.