[204α]
ἔστιν δὲ δὴ τί τοῦτο, καὶ τίς ἡ διατριβή;παλαίστρα, ἔφη, νεωστὶ ᾠκοδομημένη: ἡ δὲ διατριβὴ τὰ πολλὰ ἐν λόγοις, ὧν ἡδέως ἄν σοι μεταδιδοῖμεν.καλῶς γε, ἦν δ᾽ ἐγώ, ποιοῦντες: διδάσκει δὲ τίς αὐτόθι;σὸς ἑταῖρός γε, ἦ δ᾽ ὅς, καὶ ἐπαινέτης, Μίκκος.μὰ Δία, ἦν δ᾽ ἐγώ, οὐ φαῦλός γε ἁνήρ, ἀλλ᾽ ἱκανὸς σοφιστής.βούλει οὖν ἕπεσθαι, ἔφη, ἵνα καὶ ἴδῃς τοὺς ὄντας αὐτόθι αὐτοῦ;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.