[3]
τὰ δ᾽ ἀκόντια ἔστω παντοδαπά, ἔχοντα τὰς λόγχας εὐπλατεῖς καὶ ξυρήκεις, ῥάβδους δὲ στιφράς. τὰ δὲ προβόλια πρῶτον μὲν λόγχας ἔχοντα τὸ μὲν μέγεθος πεντεπαλάστους, κατὰ δὲ μέσον τὸν αὐλὸν κνώδοντας ἀποκεχαλκευμένους, στιφρούς, καὶ τὰς ῥάβδους κρανείας δορατοπαχεῖς. αἱ δὲ ποδοστράβαι ὅμοιαι ταῖς τῶν ἐλάφων. συγκυνηγέται δ᾽ ἔστωσαν: τὸ γὰρ θηρίον μόλις καὶ ὑπὸ πολλῶν ἁλίσκεται. ὅπως δὲ δεῖ τούτων ἑκάστῳ πρὸς θήραν χρῆσθαι διδάξω.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.