previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] ἐν δὲ πεδιῳ πλατεῖ παρὰ τὸν Αμνειον ποταμὸν κατιδόντες ἀλλήλους τε Νικομήδης καὶ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ παρέταττον ἐς μάχην, Νικομήδης μὲν ἅπαντας τοὺς ἑαυτοῦ, Νεοπτόλεμος δὲ καὶ Ἀρχέλαος τοὺς εὐζώνους μόνους, καὶ οὓς Ἀρκαθίας εἶχεν ἱππέας καί τινα τῶν ἁρμάτων: γὰρ φάλαγξ ἔτι προσῄει. ἐς δέ τινα γήλοφον τοῦ πεδίου πετρώδη προλαβόντες ἀνέπεμψαν ὀλίγους, ἵνα μὴ κυκλωθεῖεν ὑπὸ τῶν Βιθυνῶν πολὺ πλειόνων ὄντων. ὡς δὲ ἐξωθουμένους εἶδον αὐτοὺς ἐκ τοῦ γηλόφου, δείσας Νεοπτόλεμος περὶ τῇ κυκλώσει προσεβοήθει μετὰ σπουδῆς, καλῶν ἅμα καὶ τὸν Ἀρκαθίαν. Νικομήδης δ᾽ ὁρῶν ἀντιπαρῄει: καὶ γίγνεται πολὺς ἐνταῦθα ἀγὼν καὶ φόνος. βιασαμένου δὲ τοῦ Νικομηδους ἔφευγον οἱ Μιθριδάτειοι, ἕως Ἀρχέλαος ἀπὸ τοῦ δεξιοῦ μετελθὼν ἐνέβαλεν ἐς τοὺς διώκοντας. οἱ δ᾽ ἐς αὐτὸν ἐπεστράφησαν. δ᾽ ὑπεχώρει κατ᾽ ὀλίγον, ἵν᾽ ἔχοιεν ἐκ τῆς φυγῆς ἐπανελθεῖν οἱ περὶ Νεοπτόλεμον. ὡς δὲ εἴκασεν αὐτάρκως ἔχειν, ἐπέστρεφε, καὶ τοῖς Βιθυνοῖς τὰ δρεπανηφόρα ἅρματα ἐμπίπτοντα μετὰ ῥύμης διέκοπτε καὶ διέτεμνε τοὺς μὲν ἀθρόως ἐς δύο τοὺς δ᾽ ἐς μέρη πολλά. τό τε γιγνόμενον ἐξέπληττε τὴν στρατιὰν τοῦ Νικομήδους, ὅτε ἴδοιεν ἡμιτόμους ἄνδρας ἔτι ἔμπνους, ἐς πολλὰ διερριμμένους, τῶν δρεπάνων ἀπηρτημένους. ἀηδίᾳ τε μᾶλλον ὄψεως μάχης ἥσσῃ τὴν τάξιν ὑπὸ φόβου συνέχεαν. ταραχθεῖσι δ᾽ αὐτοῖς μὲν Ἀρχέλαος ἐκ τοῦ μετώπου, Νεοπτόλεμος δὲ καὶ Ἀρκαθίας ἐκ τῆς φυγῆς ἀναστρέφοντες ἐπέκειντο ὄπισθεν. οἱ δ᾽ ἐπὶ πολὺ μὲν ἠμύνοντο, ἐς ἑκατέρους ἐπιστρεφόμενοι: ὡς δὲ τὸ πλεῖστον ἐπεπτώκει, Νικομήδης μὲν ἔφευγε μετὰ τῶν ὑπολοίπων ἐς Παφλαγονίαν, οὐδ᾽ ἐς χεῖρας ἐλθούσης πω τῆς Μιθριδατείου φάλαγγος, ἑάλω δ᾽ αὐτοῦ τὸ χαράκωμα καὶ τὰ χρήματα πολλὰ ὄντα καὶ πλῆθος αἰχμαλώτων. οὓς πάντας Μιθριδάτης φιλανθρωπευσάμενός τε καὶ ἐφόδια δοὺς ἀπέλυσεν ἐς τὰ οἰκεῖα ἀπιέναι, δόξαν ἐμποιῶν τοῖς πολεμίοις φιλανθρωπίας.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: