previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπολλωνίας. ἤδη δὲ συνεγγίζοντος αὐτοῦ τοῖς περὶ τὸν Ἀῷον ποταμὸν τόποις, ὃς ῥεῖ παρὰ τὴν τῶν Ἀπολλωνιατῶν πόλιν, ἐμπίπτει πανικὸν παραπλήσιον τοῖς γινομένοις ἐπὶ τῶν πεζικῶν στρατοπέδων. [2] τῶν γὰρ ἐπὶ τῆς οὐραγίας πλεόντων τινὲς λέμβοι, καθορμισθέντες εἰς τὴν νῆσον, καλεῖται μὲν Σάσων, κεῖται δὲ κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸν Ἰόνιον πόρον, ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκοντες συνωρμηκέναι τινὰς αὐτοῖς πλέοντας ἀπὸ πορθμοῦ, [3] τούτους δ᾽ ἀπαγγέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκὰς πλεούσας ἐπ᾽ Ἀπολλωνίας καὶ πρὸς Σκερδιλαΐδαν. [4] δὲ Φίλιππος, ὑπολαβὼν ὅσον οὔπω τὸν στόλον ἐπ᾽ αὐτὸν παρεῖναι, περίφοβος γενόμενος καὶ ταχέως ἀνασπάσας τὰς ἀγκύρας αὖτις εἰς τοὐπίσω παρήγγειλε πλεῖν. [5] οὐδενὶ δὲ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαλληνίαν κατῆρε, συνεχῶς ἡμέραν καὶ νύκτα τὸν πλοῦν ποιούμενος. [6] βραχὺ δέ τι θαρρήσας ἐνταῦθα κατέμεινε, ποιῶν ἔμφασιν ὡς ἐπί τινας τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς. [7] συνέβη δὲ ψευδῶς γενέσθαι τὸν ὅλον φόβον περὶ αὐτόν. [8] γὰρ Σκερδιλαΐδας, ἀκούων κατὰ χειμῶνα λέμβους ναυπηγεῖσθαι τὸν Φίλιππον πλείους, καὶ προσδοκῶν αὐτοῦ τὴν κατὰ θάλατταν παρουσίαν, διεπέμπετο πρὸς τοὺς Ῥωμαίους διασαφῶν ταῦτα καὶ παρακαλῶν βοηθεῖν, [9] οἱ δὲ Ῥωμαῖοι δεκαναΐαν ἀπὸ τοῦ περὶ τὸ Λιλύβαιον ἐξαπέστειλαν στόλου, ταύτην τὴν περὶ τὸ Ῥήγιον ὀφθεῖσαν: [10] ἣν Φίλιππος εἰ μὴ πτοηθεὶς ἀλόγως ἔφυγε, τῶν περὶ τὴν Ἰλλυρίδα πράξεων μάλιστ᾽ ἂν τότε καθίκετο διὰ τὸ τοὺς Ῥωμαίους πάσαις ταῖς ἐπινοίαις καὶ παρασκευαῖς περὶ τὸν Ἀννίβαν καὶ τὴν περὶ Κάνναν μάχην γίνεσθαι, τῶν τε πλοίων ἐκ τοῦ κατὰ λόγον ἐγκρατὴς ἂν ἐγεγόνει. [11] νῦν δὲ διαταραχθεὶς ὑπὸ τῆς προσαγγελίας ἀβλαβῆ μέν, οὐκ εὐσχήμονα δ᾽ ἐποιήσατο τὴν ἀναχώρησιν εἰς Μακεδονίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: