previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὴν Εὐρώπην καὶ τὰ συνεχῆ τῶν προειρημένων διέξιμεν. γὰρ Κάσανδρος εἰς Πύδναν τῆς Μακεδονίας συγκεκλεικὼς Ὀλυμπιάδα προσβολὰς μὲν τοῖς τείχεσιν ἠδυνάτει ποιεῖσθαι διὰ τοὺς χειμῶνας, περιστρατοπεδεύσας δὲ τὴν πόλιν καὶ χάρακα βαλόμενος ἀπὸ θαλάσσης εἰς θάλασσαν, ἔτι δὲ ἐφορμῶν τῷ λιμένι πάντα βουλόμενον ἐπικουρῆσαι διεκώλυεν. [2] ταχὺ δὲ τῶν ἐπιτηδείων ἐξαναλωθέντων τοσαύτην περὶ τοὺς ἔνδον κατεσκεύασεν ἔνδειαν ὥστ᾽ ἐκλυθῆναι τὸ παράπαν: εἰς τοῦτο [p. 79] γὰρ ἦλθον ἀνάγκης ὥστε τῷ μὲν στρατιώτῃ σιτομετρεῖν χοίνικας πέντε τοῦ μηνός, τοῖς δ᾽ ἐλέφασι τοῖς κατακλεισθεῖσι διδόναι πρίοντας τὰς δοκούς, τὰ δ᾽ ὑποζύγια καὶ τοὺς ἵππους κατακόψαι πρὸς διατροφήν. [3] τοιαύτης δὲ περιστάσεως κατεχούσης τὴν πόλιν καὶ τῆς Ὀλυμπιάδος ἔτι προσανεχούσης ταῖς ἔξωθεν ἐλπίσιν οἱ μὲν ἐλέφαντες ὑπὸ τῆς ἐνδείας διεφθάρησαν, τῶν δ᾽ ἱππέων οἱ μὲν ἔξω τάξεως ὄντες οὐ σιτομετρούμενοι τὸ παράπαν σχεδὸν ἅπαντες ἐτελεύτησαν, οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν τῆς ὁμοίας καταστροφῆς ἔτυχον. [4] ἔνιοι δὲ τῶν βαρβάρων, τῆς φύσεως κατισχυούσης τὴν εὐλάβειαν, ἐσαρκοφάγουν ἀναλεγόμενοι τὰ σώματα τῶν ἀποθνησκόντων. ταχὺ δὲ τῆς πόλεως πληρουμένης νεκρῶν οἱ προεστηκότες τοῦ περὶ τὴν βασίλισσαν συστήματος τὰ μὲν κατώρυττον τῶν σωμάτων, τὰ δ᾽ ὑπὲρ τῶν τειχῶν ἐξερρίπτουν, ὥστ᾽ εἶναι καὶ τὴν θέαν τὴν τούτων ἀπεχθῆ καὶ τὴν δυσωδίαν ἀνυπομένητον μὴ μόνον γυναιξὶ βασιλίσσαις καὶ τρυφῆς οἰκείαις, ἀλλὰ καὶ τῶν στρατιωτῶν τοῖς εἰωθόσι κακοπαθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), PYDNA
    • Smith's Bio, Olym'pias
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: