ἢν δ᾽ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων. ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων ῾c. 71':' ‘βασιλεῦ, σὺ δ᾽ ἐπ᾽ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταί τ᾽ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ᾽ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην: πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ᾽ ὑδροποτέουσιν: οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο οὐθὲν ἀγαθόν.' Πολύβιος δ᾽ ὁ Μεγαλοπολίτης ἐν τῇ ι#2# τῶν ἱστοριῶν ῾c. 24, 9 Hu' '‘Φίλιππος, φησίν, ὁ Περσέως πατὴρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων.' καὶ Ἀνάνιος δ᾽ ὁ ἰαμβοποιὸς ἔφη ῾fr. 3':'
τὠφθαλμὼ τούτῳ περιμάττομεν <τὼ> τῶν παιδίων,
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν
καὶ σῦκα βαιὰ καὶ δύ᾽ ἢ τρεῖς ἀνθρώπους,
γνοίη χ᾽ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.'