[276β]
σοφοὶ ἦτε, ὅτε ταῦτα οὐκ ἠπίστασθε;οὐ δῆτα, ἦ δ᾽ ὅς.οὐκοῦν εἰ μὴ σοφοί, ἀμαθεῖς;πάνυ γε.ὑμεῖς ἄρα μανθάνοντες ἃ οὐκ ἠπίστασθε, ἀμαθεῖς ὄντες ἐμανθάνετε.ἐπένευσε τὸ μειράκιον.οἱ ἀμαθεῖς ἄρα μανθάνουσιν, ὦ Κλεινία, ἀλλ᾽ οὐχ οἱ σοφοί, ὡς σὺ οἴει.ταῦτ᾽ οὖν εἰπόντος αὐτοῦ, ὥσπερ ὑπὸ διδασκάλου χορὸς ἀποσημήναντος, ἅμα ἀνεθορύβησάν τε καὶ ἐγέλασαν οἱ ἑπόμενοι
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.