[286δ]
πότερον οὖν ψευδῆ μὲν λέγειν οὐκ ἔστι, δοξάζειν μέντοι ἔστιν;οὐδὲ δοξάζειν, ἔφη.οὐδ᾽ ἄρα ψευδής, ἦν δ᾽ ἐγώ, δόξα ἔστι τὸ παράπαν.οὐκ ἔφη.οὐδ᾽ ἄρα ἀμαθία οὐδ᾽ ἀμαθεῖς ἄνθρωποι: ἢ οὐ τοῦτ᾽ ἂν εἴη ἀμαθία, εἴπερ εἴη, τὸ ψεύδεσθαι τῶν πραγμάτων;πάνυ γε, ἔφη.ἀλλὰ τοῦτο οὐκ ἔστιν, ἦν δ᾽ ἐγώ.οὐκ ἔφη.λόγου ἕνεκα, ὦ Διονυσόδωρε, λέγεις τὸν λόγον, ἵνα δὴ ἄτοπον λέγῃς, ἢ ὡς ἀληθῶς δοκεῖ σοι οὐδεὶς εἶναι ἀμαθὴς ἀνθρώπων;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.