previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔτι δὴ τούτων πραττομένων οἱ Λεπρεᾶται καταλαβόμενοι τόπον τινὰ τῆς πόλεως ἠξίουν ἐκχωρεῖν τῆς ἄκρας καὶ τῆς πόλεως τοὺς Ἠλείους καὶ τοὺς Αἰτωλούς, ὁμοίως δὲ καὶ τοὺς παρὰ Λακεδαιμονίων: ἧκε γὰρ καὶ παρ᾽ ἐκείνων αὐτοῖς βοήθεια. [2] τὸ μὲν οὖν πρῶτον οἱ περὶ τὸν Φιλλίδαν οὐ προσεῖχον, ἀλλ᾽ ἔμενον, ὡς καταπληξόμενοι τοὺς ἐν τῇ πόλει: [3] τοῦ δὲ βασιλέως εἰς μὲν τὴν Φιγάλειαν Ταυρίωνα μετὰ στρατιωτῶν ἐξαποστείλαντος, αὐτοῦ δὲ προάγοντος εἰς τὸ Λέπρεον καὶ συνεγγίζοντος ἤδη τῇ πόλει, συνέντες οἱ περὶ τὸν Φιλλίδαν ἐταπεινώθησαν, οἱ δὲ Λεπρεᾶται προσεπερρώσθησαν ταῖς ὁρμαῖς. [4] καλὸν γὰρ δὴ τοῦτο Λεπρεάταις ἔργον πέπρακται, τὸ χιλίων μὲν ἔνδον ὄντων Ἠλείων, χιλίων δὲ σὺν τοῖς πειραταῖς Αἰτωλῶν, πεντακοσίων δὲ μισθοφόρων, διακοσίων δὲ Λακεδαιμονίων, πρὸς δὲ τούτοις τῆς ἄκρας κατεχομένης, ὅμως ἀντιποιήσασθαι τῆς ἑαυτῶν πατρίδος καὶ μὴ προέσθαι τὰς σφετέρας ἐλπίδας. [5] δὲ Φιλλίδας, ὁρῶν τοὺς Λεπρεάτας ἀνδρωδῶς ὑφισταμένους καὶ τοὺς Μακεδόνας ἐγγίζοντας, ἐξεχώρησε τῆς πόλεως ἅμα τοῖς Ἠλείοις καὶ τοῖς παρὰ τῶν Λακεδαιμονίων. [6] οἱ μὲν οὖν παρὰ τῶν Σπαρτιατῶν Κρῆτες διὰ τῆς Μεσσηνίας εἰς τὴν οἰκείαν ἐπανῆλθον, οἱ δὲ περὶ τὸν Φιλλίδαν ἐποιοῦντο τὴν ἀπόλυσιν ὡς ἐπὶ τὸ Σαμικόν. τὸ δὲ τῶν Λεπρεατῶν πλῆθος, [7] ἐγκρατὲς γεγονὸς τῆς πατρίδος, ἐξαπέστελλε πρεσβευτάς, ἐγχειρίζον τῷ Φιλίππῳ τὴν πόλιν. [8] δὲ βασιλεὺς ἀκούσας τὰ γεγονότα, τὴν μὲν λοιπὴν δύναμιν εἰς τὸ Λέπρεον ἀπέστειλε, τοὺς δὲ πελταστὰς καὶ τοὺς εὐζώνους ἀναλαβὼν ἡγεῖτο, συνάψαι σπεύδων τοῖς περὶ τὸν Φιλλίδαν. [9] καταλαβὼν δὲ τῆς μὲν ἀποσκευῆς ἐγκρατὴς ἐγένετο πάσης, οἱ δὲ περὶ τὸν Φιλλίδαν κατετάχησαν εἰς τὸ Σαμικὸν παραπεσόντες. [10] προσστρατοπεδεύσας δὲ τῷ χωρίῳ, καὶ τὴν λοιπὴν ἐπισπασάμενος ἐκ τοῦ Λεπρέου δύναμιν, ἔμφασιν ἐποίει τοῖς ἔνδον ὡς πολιορκήσων τὸ χωρίον. [11] οἱ δ᾽ Αἰτωλοὶ μετὰ τῶν Ἠλείων οὐδὲν ἔχοντες ἕτοιμον πρὸς πολιορκίαν πλὴν χερῶν, καταπλαγέντες τὴν περίστασιν ἐλάλουν περὶ ἀσφαλείας πρὸς τὸν Φίλιππον. [12] λαβόντες δὲ συγχώρημα μετὰ τῶν ὅπλων ποιήσασθαι τὴν ἀπόλυσιν, οὗτοι μὲν ὥρμησαν εἰς τὴν Ἠλείαν: δὲ βασιλεὺς τοῦ μὲν Σαμικοῦ παραυτίκα κύριος ἐγένετο, [13] μετὰ δὲ ταῦτα, παραγενομένων πρὸς αὐτὸν καὶ τῶν ἄλλων μεθ᾽ ἱκετηρίας, παρέλαβε Φρίξαν, Στυλάγγιον, Αἴπιον, Βώλακα, Πύργον, Ἐπιτάλιον. [14] ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθε πάλιν εἰς τὸ Λέπρεον, πᾶσαν ὑφ᾽ ἑαυτὸν πεποιημένος τὴν Τριφυλίαν ἐν ἡμέραις ἕξ. [15] παρακαλέσας δὲ τοὺς Λεπρεάτας τὰ πρέποντα τῷ καιρῷ, καὶ φυλακὴν εἰσαγαγὼν εἰς τὴν ἄκραν, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐφ᾽ Ἡραίας, ἀπολιπὼν ἐπιμελητὴν τῆς Τριφυλίας Λάδικον τὸν Ἀκαρνᾶνα. [16] παραγενόμενος δ᾽ εἰς τὴν προειρημένην πόλιν τὴν μὲν λείαν διένειμε πᾶσαν, τὴν δ᾽ ἀποσκευὴν ἀναλαβὼν ἐκ τῆς Ἡραίας ἦλθε μέσου χειμῶνος εἰς Μεγάλην πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (7 total)
  • Cross-references to this page (7):
    • Dictionary of Greek and Roman Geography (1854), EPITA´LIUM
    • Dictionary of Greek and Roman Geography (1854), LE´PREUM
    • Dictionary of Greek and Roman Geography (1854), PHRIXA
    • Dictionary of Greek and Roman Geography (1854), PYRGUS
    • Dictionary of Greek and Roman Geography (1854), SA´MICUM
    • Dictionary of Greek and Roman Geography (1854), STYLLA´NGIUM
    • Smith's Bio, Phylidas
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: