previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ τῶν Μεσσηνίων προεστῶτες ὀλιγαρχικοί, [καὶ] στοχαζόμενοι τοῦ παραυτὰ κατ᾽ ἰδίαν λυσιτελοῦς, φιλοτιμότερον τοῦ δέοντος ἀεὶ διέκειντο πρὸς τὴν εἰρήνην. [2] διὸ πολλὰς μὲν περιστάσεις καὶ καιροὺς ἔχοντες, ἐνίοτε δὲ φόβους καὶ κινδύνους διωλίσθανον: ἡθροίζετο δὲ κατὰ τὴν πρόθεσιν ταύτην ἀεὶ τὸ κεφάλαιον αὐτοῖς καὶ μεγίσταις ἐποίουν παλαίειν τὴν πατρίδα συμφοραῖς. [3] δοκῶ δ᾽ ἔγωγε τὴν αἰτίαν εἶναι ταύτην, ὅτι δυσὶ γειτνιῶντες ἔθνεσι τοῖς μεγίστοις τῶν κατὰ Πελοπόννησον, μᾶλλον δὲ σχεδὸν καὶ τῶν Ἑλληνικῶν, λέγω δὲ τῷ τε τῶν Ἀρκάδων καὶ τῷ τῶν Λακώνων, [4] καὶ τοῦ μὲν ἐχθρῶς καὶ ἀκαταλλάκτως ἀεί ποτε πρὸς αὐτοὺς ἔχοντος, ἐξ οὗ καὶ κατέσχον τὴν χώραν, τοῦ δὲ φιλικῶς καὶ κηδεμονικῶς, οὔτε τὴν πρὸς Λακεδαιμονίους ἔχθραν εὐγενῶς ἀνελάμβανον οὔτε τὴν πρὸς Ἀρκάδας φιλίαν. [5] λοιπὸν ὅταν μὲν οὗτοι πρὸς ἀλλήλους πρὸς ἑτέρους πολεμοῦντες ἐν περισπασμοῖς ἦσαν, ἐγίνετο τὸ δέον αὐτοῖς: ἦγον γὰρ τὴν εἰρήνην ἀεὶ παρευδιαζόμενοι διὰ τὴν τοῦ τόπου παράπτωσιν: [6] ὅταν δ᾽ εὔσχολοι καὶ ἀπερίσπαστοι Λακεδαιμόνιοι γενηθέντες ἐτράπησαν πρὸς τὸ βλάπτειν αὐτούς, [7] οὔτ᾽ αὐτοὶ δι᾽ αὑτῶν ἀντοφθαλμεῖν ἐδύναντο πρὸς τὸ βάρος τὸ Λακεδαιμονίων οὔτε προκατεσκευασμένοι φίλους τοὺς ἀληθινῶς αὐτοῖς πάντα συνυποστησομένους δουλεύειν ἠναγκάζοντο τούτοις ἀχθοφοροῦντες φεύγοντας τὴν δουλείαν ἀναστάτους γίνεσθαι, λείποντας τὴν χώραν μετὰ τέκνων καὶ γυναικῶν: [8] ὅπερ ἤδη πλεονάκις αὐτοῖς συνέβη παθεῖν οὐ πάνυ πολλοῖς χρόνοις. [9] εἴη μὲν οὖν οἷον εἰ συμφῦναι τὴν νῦν ὑπάρχουσαν κατάστασιν Πελοποννησίοις, ἵνα μηδενὸς δέῃ τῶν λέγεσθαι μελλόντων: [10] ἐὰν δέ ποτε κίνησιν καὶ μετάστασιν σχῇ ταῦτα, μίαν ὁρῶ Μεσσηνίοις καὶ Μεγαλοπολίταις ἐλπίδα τοῦ δύνασθαι νέμεσθαι τὴν αὑτῶν χώραν τὸν πλείω χρόνον, ἐὰν συμφρονήσαντες κατὰ τὴν Ἐπαμινώνδου γνώμην παντὸς καιροῦ καὶ πράγματος ἕλωνται κοινωνεῖν ἀλλήλοις ἀληθινῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: