previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πλὴν γε Φιλλίδας τοὺς μὲν Ἠλείους εἰς Λέπρεον, τοὺς δὲ μισθοφόρους εἰς Ἀλίφειραν ἀποστείλας, αὐτὸς δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐν Τυπανέαις ἐκαραδόκει τὸ συμβησόμενον. [2] δὲ βασιλεὺς ἀποθέμενος τὴν ἀποσκευὴν καὶ διαβὰς τῇ γεφύρᾳ τὸν Ἀλφειὸν ποταμόν, ὃς ῥεῖ παρ᾽ αὐτὴν τὴν τῶν Ἡραιέων πόλιν, [3] ἧκε πρὸς τὴν Ἀλίφειραν, κεῖται μὲν ἐπὶ λόφου κρημνώδους πανταχόθεν, ἔχοντος πλεῖον δέκα σταδίων πρόσβασιν, ἔχει δ᾽ ἄκραν ἐν αὐτῇ τῇ κορυφῇ τοῦ σύμπαντος λόφου καὶ χαλκοῦν Ἀθηνᾶς ἀνδριάντα, κάλλει καὶ μεγέθει διαφέροντα. [4] οὗ τὴν μὲν αἰτίαν, ἀπὸ ποίας προθέσεως χορηγίας ἔλαβε τὴν ἀρχὴν τῆς κατασκευῆς, ἀμφισβητεῖσθαι συμβαίνει καὶ παρὰ τοῖς ἐγχωρίοιςοὔτε γὰρ πόθεν οὔτε τίς ἀνέθηκεν εὑρίσκεται τρανῶς[5] τὸ μέντοι γε τῆς τέχνης ἀποτέλεσμα συμφωνεῖται παρὰ πᾶσι, διότι τῶν μεγαλομερεστάτων καὶ τεχνικωτάτων ἔργων ἐστίν, Ὑπατοδώρου καὶ Σωστράτου κατεσκευακότων. [6] οὐ μὴν ἀλλ᾽ ἐπιγενομένης ἡμέρας αἰθρίου καὶ λαμπρᾶς, διατάξας ὑπὸ τὴν ἑωθινὴν βασιλεὺς κατὰ πλείους τόπους τούς τε τὰς κλίμακας φέροντας καὶ τὰς τῶν μισθοφόρων ἐφεδρείας πρὸ τούτων, [7] ἐπὶ δὲ τοῖς προειρημένοις τοὺς Μακεδόνας διῃρημένους κατόπιν ἑκάστοις ἐπιστήσας, ἅμα τῷ τὸν ἥλιον ἐπιβάλλειν πᾶσι προσέταξε προσβαίνειν πρὸς τὸν λόφον. [8] ποιούντων δὲ τὸ παραγγελθὲν ἐκθύμως καὶ καταπληκτικῶς τῶν Μακεδόνων, συνέβαινε τοὺς Ἀλιφειρεῖς πρὸς τούτους ὁρμᾶν ἀεὶ καὶ συντρέχειν τοὺς τόπους, οἷς μάλιστα τοὺς Μακεδόνας ἑώρων προσπελάζοντας. [9] κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς βασιλεὺς ἔχων τοὺς ἐπιτηδειοτάτους διά τινων κρημνῶν ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς. [10] ἀποδοθέντος δὲ τοῦ συνθήματος, πάντες ἅμα προσερείσαντες τὰς κλίμακας κατεπείραζον τῆς πόλεως. [11] πρῶτος μὲν οὖν βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρημον καταλαβών: τούτου δ᾽ ἐμπιπραμένου, προϊδόμενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὥρμησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν. οἱ δὲ Μακεδόνες, [12] γενομένου τούτου, παραχρῆμα καὶ τῶν τειχῶν καὶ τῆς πόλεως ἐκυρίευσαν. [13] μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν ἐκ τῆς ἄκρας πρὸς τὸν Φίλιππον, δοὺς τὴν ἀσφάλειαν παρέλαβε καὶ ταύτην καθ᾽ ὁμολογίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), ALIPHE´RA
    • Dictionary of Greek and Roman Geography (1854), HERAEA
    • Smith's Bio, So'stratus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: