Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
A. Olymp. 147, 2. I. Res Italiae
chapter 2chapter 3
II. Res Graeciae
chapter 4chapter 5
III. Res Asiae
chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17
B. Olymp. 147, 3. I. Res Italiae
chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24
II. Res Graeciae
chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 32bchapter 32c
III. Res Asiae
chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40
C. Olymp. 147, 4. Res Asiae
chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:





























Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χαρίζεσθαι. [2] μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους. ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους. [3] οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις κατὰ τὸν ἐνεστῶτα πόλεμον: [4] οὔσης δὲ τῆς περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκτενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγκαῖον ἡγούμεθ᾽ εἶναι τοὺς κατὰ μέρος ἐκτίθεσθαι λόγους. [5] ἐπὶ δὲ τούτοις εἰσῆλθον οἱ Ῥόδιοι καὶ βραχέα προενεγκάμενοι περὶ τῶν κατ᾽ ἰδίαν σφίσι πεπραγμένων εἰς Ῥωμαίους, ταχέως εἰς τὸν περὶ τῆς πατρίδος ἐπανῆλθον λόγον. [6] ἐν ᾧ μέγιστον αὑτοῖς ἔφασαν γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν πραγμάτων. [7] τῇ μὲν γὰρ αὑτῶν πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαίοις, τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι καὶ τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεστάτης, Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν: φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν, [8] ζητεῖν δὲ πάντας, εἰ δὲ μή γ᾽ ὡς πλείστους, ὑπηκόους εἶναι σφίσι καὶ πειθαρχεῖν. [9] ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως. [10] εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων: ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, [11] ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν. [12] "εἰ δ᾽ ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ τούτου διαπορήσειεν; [13] καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ, πάντ᾽ ἔνεστιν ἱκανὰ πᾶσιν καὶ πλείω τῶν ἱκανῶν. [14] καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφ᾽ Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε * [15] ** προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης: πάντων δὲ τούτων ἢ τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.