previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι Γνάιος στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, ὅπως πρεσβεύσῃ πρὸς τοὺς τῶν Γαλατῶν βασιλεῖς. [2] καὶ [ὁ] Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ παρεκάλει [τὸν Γνάιον] τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆναι μηδ᾽ ἐπιβαλεῖν χεῖρας τοῖς Τολιστοβογίοις Γαλάταις, [3] καὶ διότι πρεσβεύσει πρὸς τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνατος καὶ ποιήσεται λόγους ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι πρὸς πᾶν αὐτοὺς παραστήσεσθαι τὸ καλῶς ἔχον. — [4]

Γνάιος ὕπατος Ῥωμαίων διερχόμενος ἐγεφύρωσε τὸν Σαγγάριον ποταμόν, τελέως κοῖλον ὄντα καὶ δύσβατον. [5] καὶ παρ᾽ αὐτὸν τὸν ποταμὸν στρατοπεδευσαμένου παραγίνονται Γάλλοι παρ᾽ Ἄττιδος καὶ Βαττάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς Μητρὸς τῶν θεῶν, [6] ἔχοντες προστηθίδια καὶ τύπους, φάσκοντες προσαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτος. [7] οὓς Γνάιος φιλανθρώπως ὑπεδέξατο. — [8]

ὄντος δὲ τοῦ Γναΐου πρὸς τὸ πολισμάτιον τὸ καλούμενον Γορδίειον, ἧκον παρ᾽ Ἐποσογνάτου πρέσβεις ἀποδηλοῦντες ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γαλατῶν βασιλεῦσιν, [9] οἱ δ᾽ ἁπλῶς εἰς οὐδὲν συγκαταβαίνοιεν φιλάνθρωπον, ἀλλ᾽ ἡθροικότες ὁμοῦ τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλούμενον ὄρος Ὄλυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν. —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 35-38, commentary, 38.18
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: